Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.24 Joseph. AJ 14.29 (English) >>Joseph. AJ 14.34

14.27κἀκεῖνοι λαβόντες οὐκ ἀπέδωκαν τὰ θύματα, ἀλλʼ εἰς τοῦτο πονηρίας ἦλθον, ὥστε παραβῆναι τὰς πίστεις καὶ ἀσεβῆσαι τὸν θεὸν τὰ πρὸς τὰς θυσίας μὴ παρασχόντες τοῖς δεομένοις. 14.28παρασπονδηθέντες δὲ οἱ ἱερεῖς ηὔξαντο τὸν θεὸν δίκην αὐτῶν εἰσπράξασθαι παρὰ τῶν ὁμοφύλων, δὲ οὐκ ἀνεβάλετο τὴν τιμωρίαν, ἀλλὰ πνεῦμα πολὺ καὶ βίαιον ἐπιπέμψας τὸν καρπὸν ἁπάσης τῆς χώρας διέφθειρεν, ὡς τὸν μόδιον τοῦ σίτου τότε αὐτοὺς ἐξωνεῖσθαι δραχμῶν ἕνδεκα. 14.29

Ἐν τούτῳ πέμπει Σκαῦρον εἰς Συρίαν Πομπήιος αὐτὸς ὢν ἐν Ἀρμενίᾳ καὶ πολεμῶν ἔτι Τιγράνῃ. δὲ ἀφικόμενος εἰς Δαμασκὸν Λόλλιον καὶ Μέτελλον νεωστὶ τὴν πόλιν ᾑρηκότας εὑρὼν αὐτὸς εἰς τὴν Ἰουδαίαν ἠπείγετο. 14.30παραγενομένου δὲ πρέσβεις ἧκον πρὸς αὐτὸν παρά τε Ἀριστοβούλου καὶ Ὑρκανοῦ συμμαχεῖν ἀξιούντων ἑκατέροις. ὑπισχνουμένου δὲ Ἀριστοβούλου τετρακόσια δώσειν τάλαντα, τοῦ δὲ Ὑρκανοῦ τούτων οὐκ ἐλάττονα παρέξειν, προσδέχεται τὴν Ἀριστοβούλου ὑπόσχεσιν· 14.31καὶ γὰρ εὔπορος χρημάτων καὶ μεγαλόψυχος ἦν καὶ μετριωτέρων ἠξίου τυγχάνειν, δὲ πένης ἦν καὶ γλίσχρος καὶ περὶ μειζόνων τὴν ἄπιστον προύτεινεν ἐπαγγελίαν. οὐ γὰρ ἴσον ἦν βίᾳ πόλιν ἑλεῖν ἐν ταῖς μάλιστα ὀχυρὰν καὶ δυνατήν, φυγάδας ἐκβαλεῖν μετὰ τοῦ Ναβαταίων πλήθους οὐκ εὖ πρὸς πόλεμον διακειμένων.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.24 Joseph. AJ 14.29 (English) >>Joseph. AJ 14.34

Powered by PhiloLogic